Παρακλητικός Κανών εις τον όσιον Τύχωνα τον Αγιορείτην

 



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΤΥΧΩΝΑ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ

TON ΕΚ ΡΩΣΙΑΣ

Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΚΓ΄ Σεπτεμβρίου.

 

Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου.

 

Εὐλογήσαντος τοῦ ἱερέως, λέγομεν τὸν ΡΜΒ΄ (142ον) Ψαλμόν.

Κ

ύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ  ὀνόματός σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Ἦχος δ΄.

Θ

εὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τ

ὸ θαλερὸν καὶ εὐωδέστατον ἄνθος, ὃ ἀνεβλάστησε λειμῶνι Μαρίας, ἱκετηρίοις μέλεσιν ὑμνοῦμεν θερμῶς· εὔφρανον τῇ παρρησίᾳ σου, τοὺς ἐν θλίψει καλοῦντάς σε, πότισον σοῖς δάκρυσι, ψυχὰς τὰς ξηρανθείσας, ἐκ ῥαθυμίας τῆς φθοροποιοῦ, Τύχων μυρίπνου, οὐράνιον βλάστημα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ο

ὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50ὸς) Ψαλμός.

Ἐ

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς·

Ἱκεσίας ὕμνον Τύχωνι Ἀθανάσιος ὑμνεῖ.

Ἦχος πλ. δ΄.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Ἱ

κέτης ὑπάρχων Τύχων γλυκύ, πρὸς σὲ ἀνακράζω, τὴν πρεσβείαν σου ἐκζητῶν· ὦ πάτερ πανύμνητε ταχέως, τῆς σωτηρίας τὸν πόθον ἐνίσχυσον.

Κ

αλὸν ἔδειξέ σε Τύχων σοφέ, ὁ κάλλει ὡραῖος, παρὰ πάντας τοὺς ἐπὶ γῆς· διὸ σαῖς πρεσβείαις εἰς τὸ κάλλος, πρὸς σὲ βοῶ τὸ ἀρχαῖόν με ἴθυνον.

Ε

ὐχαῖς σου ὑφάρπασον καὶ ἐμέ, ἐκ τοῦ διαβόλου, τῶν ὀνύχων τῶν πορνικῶν, ὡς διεφυλάχθης καὶ σὺ πάλαι, καὶ Ἰωσὴφ ὡμοιώθης ἁγνότατε.

Θεοτοκίον.

Σ

οὺς δούλους ὦ Μῆτερ Θεοῦ Ἁγνή, καὶ τροφὲ Κυρίου, τοῦ παρέχοντος τὴν ζωήν, χόρτασον πλουσίαις δωρεαῖς σου, ὥσπερ τὸν Τύχωνα ἄρτῳ ἐξέθρεψας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἱ

εραῖς προσευχαῖς σου, ἀσκητικὲ ὅσιε, δίδου μοι τὸ ἔργον τῶν ἔργων, ὃ ἡ εὐχή ἐστι, ἐν τῷ καιρῷ πειρασμοῦ, καὶ ῥαθυμίας τὴν φλόγα, τῷ θερμῶς ὑμνοῦντί σε, Τύχων ἀπόσβεσον.

Ἀ

ρετὴν τῆς ἁγνείας, ἀπὸ παιδὸς ἔδειξας, καὶ τῇ καθαρότητι βίου, Τύχων ἐνέμεινας· διὸ ἱκέτευε νῦν, ἁμαρτιῶν ἐξ ἀγνοίας, μὴ μνησθῇ ὁ Κύριος, καὶ ἐκ νεότητος.

Σ

υνοικῶν τοῖς ἀγγέλοις, θαυματουργὲ ἅγιε, πάσας τὰς μερίμνας τοῦ βίου, τούτοις ἀνέθηκας· ἐν τῇ πρεσβείᾳ τῇ σῇ, νῦν ἀνατίθημι Τύχων, τὰς τοῦ βίου θλίψεις μου, πάτερ πανόλβιε.

Θεοτοκίον.

Ὑ

μνῳδίας ἀπαύστους, πανσθενουργὲ Δέσποινα, σοὶ ἀναβοῶμεν ἐνθέρμως, καὶ ἀνακράζομεν· ὥσπερ κατῴκεις Ἁγνή, σὺν τοῖς ἁγίοις ἀγγέλοις, τῇ καλύβῃ Τύχωνος, πάντας ἐπίσκεψαι.

 

Ἀ

πάλλαξον, ἐκ πονηρῶν δαιμονίων τοὺς σὲ ὑμνοῦντας, παρρησίαν πρὸς τὸν Θεὸν ὡς ἔχων ἀκράδαντον, ὦ Τύχων πανύμνητε θεοφόρε.

Ἐ

πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Χ

ριστοῦ Γολγοθᾶς, ἡ πύλη Παραδείσου τε, καὶ μόνη ὁδός, τοῖς θέλουσι τὴν λύτρωσιν· δι᾿ αὐτοῦ συνόμιλος, τῶν ἀγγέλων γέγονας ὅσιε, καὶ φιλεῖς τοὺς πόδας Χριστοῦ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Μ

ιμητήν με ἀνάδειξον, τῆς μακροθυμίας σου πάτερ ὅσιε, ὡς ἐν ὅλῃ τῇ καρδίᾳ σου, τῷ ληστῇ σου Τύχων συνεχώρησας.

Ν

ηστευτὰ ἀκριβέστατε, καίπερ ὀψαρίων ἐγκρατευόμενος, ἐσαγήνευσας τὰ τέκνα σου, Παραδείσου γεῦσιν παρεχόμενος.

Ὁ

 τῷ πλήθει τῶν θλίψεων, νῦν κατακαμπτόμενος ἀνακράζω σοι· ὥσπερ ἄλλος Κυρηναῖος σύ, τὸν σταυρόν μου βάστασον μακάριε.

Θεοτοκίον.

Ν

οερῶς ἀνακράζω σοι· χαῖρε σὺ τὸ ὄρος τὸ ἀλατόμητον, ἡ ἐκκόπτουσα τὸ θέλημα, τῶν θερμῶς ποθούντων τὴν ταπείνωσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τ

ύχων λειτουργέ, ἀξιώτατε ἱκέτευε, τὸν ἐσφαγμένον ἄρνα ἡμῶν Χριστόν, ἐν οὐρανίᾳ, θυσίᾳ ἐμὲ προσδέξασθαι.

Ὕ

μνον τῷ Θεῷ, δίδαξόν με πάτερ ἅγιε, δοξολογίας ψάλλειν πανευλαβῶς, ἵνα κερδήσω, μισθὸν οὐρανίου χάριτος.

Χ

αίροις ὁ φωστήρ, ὁ δεήσεσί σου ἅγιε, καὶ τῇ δοξολογίᾳ σου πρὸς Θεόν, ἡμῖν προσφέρων, καρπὸν τοῦ Ἁγίου Πνεύματος. 

Θεοτοκίον.

Ὦ

 Μῆτερ Ἁγνή, σὺ ἡ κλῖμαξ ἡ οὐράνιος, δι’ ἧς κατέβη Κύριος ὁ Θεός, ἁμαρτημάτων, ἡμᾶς ἐκ βυθοῦ ἀνάγαγε.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.

Ν

ῦν δέησιν, ἐκχεῶ σοι Τύχωνι, καὶ πρὸς σὲ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι πιστῶν, τὰς καρδίας στηρίζεις, ὡς βακτηρία καὶ ῥάβδος ἀκλόνητος, καὶ δαίμονας τοὺς βδελυρούς, καταρρίπτεις εἰς βάραθρον ὅσιε.

Ἰ

άτρευσον, ἐκ παθῶν με ὅσιε, καὶ παράσχου ἐν ταῖς νόσοις ἀνδρείαν, ὥσπερ καὶ σύ, ἀπαθείας ἐπλήσθης, καὶ τὸ σὸν αἷμα ἐδίδους τοῖς κώνωψι, καὶ ψύλλοις δὲ τοῖς ὀχληροῖς, ὡς ποθήσας οὐράνια δώματα.

Ἀ

στέρων σύ, φαεινῶν λαμπρότερος, ἀνεφάνης καὶ ὡδήγεις σὰ τέκνα, πρὸς τὴν ὁδόν, μετανοίας ἀπαύστως· ἐπιτραχήλιον ἥπλωσας ἅπασι, τοῖς λέγουσιν ὡς Ἰωνᾶς· ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Θεοτοκίον.

Θ

υμίαμα, τὸ εὐῶδες Δέσποινα, ὃ πιστῶν ἀναβιβάζει αἰτήσεις, πρὸς τὸν Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, ἀποκαλοῦμέν σε πάντες οἱ δοῦλοί σου, καὶ κράζομέν σοι νοερῶς· τῶν παθῶν δυσωδίαν διάλυσον.

 

Ἀ

πάλλαξον, ἐκ πονηρῶν δαιμονίων τοὺς σὲ ὑμνοῦντας, παρρησίαν πρὸς τὸν Θεὸν ὡς ἔχων ἀκράδαντον, ὦ Τύχων πανύμνητε θεοφόρε.

 

Ἄ

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Π

ροστασίαν ἐκ τῶν λογισμῶν πονηρίας μέν, ἀγαθοὺς δὲ καὶ καθαρωτάτους σὺ πάρεχε, πρὸς ἀπόκρουσιν τῶν δεινῶν ἐφόδων τοῦ ἐχθροῦ, νοὸς κάθαρσιν καὶ τῶν γραφῶν, τὴν ἀποκάλυψιν ἡμῖν, τοῖς πιστῶς σοι κραυγάζουσι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὁ τηρησάμενος τὸν νοῦν, ἐκ τῆς κόσμου ματαιότητος.

Προκείμενον. Ἦχος δ΄.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Εὐαγγέλιον· Κατὰ Λουκᾶν (στ΄ 17-23).

Ζήτει τὴν Ε΄ Δεκεμβρίου.

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ἦχος β΄.

Δόξα.

Τ

αῖς τοῦ σοῦ ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Τ

αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Τ

ύχων εἶ μακάριος, ὅτι καλῶς ἠγωνίσω, καὶ πλουτῶν ἐκέρδησας, θησαυρὸν ἀσύλητον τὸν τοῦ Πνεύματος· καὶ πεινῶν ἔδωκας, τοῖς πεινῶσιν ἄρτον, τὸν οὐράνιον γλυκύτατε, δακρύων ἔχεας, τοῖς ἐν περιστάσει τὸν χείμαρρον, νοσοῦντας ἐθεράπευσας, καὶ τοὺς μισουμένους ἠγάπησας. Μάκαρ σαῖς πρεσβείαις, ἱκέτευσον ἀκοῦσαι καὶ ἡμᾶς, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, τὸν μακαρισμὸν ἡμῶν.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εὐθὺς δὲ μετὰ τὴν ἐκφώνησιν· Ἐλέει καὶ οἰκτιρμοῖς... αἱ λοιπαὶ ᾠδαὶ τοῦ Κανόνος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀ

νακράζω σοι Τύχων· ὀκνηρίας τὸν ζόφον τὸν ὀλετῆρα ἡμῶν, μετάβαλε εὐχαῖς σου, εἰς δρόσον μετανοίας, τοῖς παισὶν ἵνα ψάλλωμεν· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ν

οερῶς εἰκονίζων, τοὺς ἀγγέλους ἀνίπτασο εἰς οὐράνια, δοξάζων τὴν Τριάδα, ἐν ὥρᾳ Λειτουργίας, ἀλλ’ ἡμῖν νῦν κατάβηθι, ἵνα διδάξῃς σοφέ, ταπείνωσιν σοῖς τέκνοις.

 

Ἀ

ναστάσεως πόθος, σὲ κατέλαβε Τύχων ἀσκητικώτατε, διό σου καὶ τὰ πάθη, ἐσταύρωσας προθύμως, ὑπομένων στερρότατα· ὑπομονὴν οὖν ἡμῖν, παράσχου ταῖς εὐχαῖς σου.

 

Θεοτοκίον.

Σ

ὲ ὑμνοῦμεν Παρθένε, τὴν ἀσπόρως τεκοῦσαν τὸ φῶς τὸ ἄρρητον, ἣ ἄφθορος ἐδείχθης, ὡς παῖδες ἐν καμίνῳ· διὸ πάντες σοι ψάλλομεν· ἐκ τῶν παθῶν καὶ ἡμᾶς, διάσωσον λιταῖς σου.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἱ

κετηρίοις, παρακαλοῦμέν σε ὕμνοις· τοῖς πιστῶς σε ὑμνοῦσι παράσχου, τὴν ὁμολογίαν, ἐν χρόνοις τοῖς ἐσχάτοις.

Ὀ

ρθοδοξίαν, διαφυλάττεις εὐχαῖς σου, καὶ ποιμνίῳ διάκρισιν δίδως, ἵν’ ἀκολουθῶσι, φωνῇ τῇ τοῦ Ποιμένος.

Σ

ταυροειδῶς σύ, ὁ μοναστὰς εὐλογήσας, κυνηγῶν δὲ αὐτοὺς διασώσας, τοὺς σὲ ἀνυμνοῦντας, διάσωσον δαιμόνων.

Θεοτοκίον.

Ὑ

βριζομένων, ἀδικουμένων καὶ πάντων, τῶν ἐν θλίψει καὶ πόνῳ Παρθένε, σὲ ὑπερυψοῦμεν, ὡς τεῖχος προστασίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

M

ισθὸν τοῖς σὲ τιμῶσι, καὶ ὁμολογοῦσιν, ὅτι ἰσάγγελος γέγονας Τύχων ἁγνέ, χρυσῶν στεφάνων προσαίτει, πρὸς τὸν Παντάνακτα.

N

οσοῦσιν αἰχμαλώτοις, τοῖς διωκομένοις, καὶ τοῖς ἐν πάσῃ ἀνάγκῃ ὦ Τύχων σεπτέ, σαῖς ἱκεσίαις εἰρήνην, πᾶσι χορήγησον.

Ε

ὐλόγησον εὐχαῖς σου, τοὺς χειμαζομένους, ἀλλ’ ἀνυμνοῦντας σὴν μνήμην ὦ Τύχων γλυκύ, ὥσπερ Παΐσιον πάλαι, τὸν σοῦ διάδοχον.

Θεοτοκίον.

Ἱ

κέτης σου ὑπάρχων, σοὶ Παρθενομῆτορ, ἐν τῷ καιρῷ τῆς ἐξόδου βοῶ καὶ ζητῶ, ὡς παραστάτις βεβαία, στῆθι καὶ σῶσόν με.

Καὶ εὐθὺς τὰ μεγαλυνάρια·

Ἄ

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χ

αίροις ὁ ἀλείπτης τῶν μοναστῶν, πιστῶν παραστάτης, ἐν ἀγῶσι πνευματικοῖς, χαίροις ὁ ἀσκήσας, ἐν Ὄρει τῷ Ἁγίῳ, καὶ τῆς Ῥωσίας πάσης, μέγιστον καύχημα.

Χ

αίροις Τύχων Ἄθωνος ἀσκητά, ὁ πάνυ ποθήσας, τὸν Παράδεισον τὸν γλυκύν· νῦν γὰρ ἀναμέλπεις, ἰσάγγελε ἀγγέλοις, καὶ πᾶσι τοῖς ἁγίοις, ὕμνους πρὸς Κύριον.

Τ

ύχων σὺ δοχεῖον τὸ καθαρόν, χάριν ἐνσταλάξαν, Παϊσίῳ τῷ μοναχῷ, ὃς νῦν ἀναθάλλει, ὡς ἄνθος Παραδείσου, καὶ σὺν αὐτῷ ἀγάλλῃ, πάτερ πανόλβιε.

Σ

εραφεὶμ ὦ Ῥῶσε θαυματουργέ, ὦ Σέργιε πάτερ, κτίτορ μέγιστε Ῥαντονέζ, σὺν τῇ Θεοτόκῳ, καὶ Τύχωνι ὁσίῳ, ὑπὲρ τῆς σωτηρίας, πάντων πρεσβεύετε.

Τ

ύχων ὁ ἀνάστασιν προσδοκῶν, καὶ τῆς χαρμολύπης, ὁ ἐρῶν τῆς καθαρτικῆς, Πνεύματος Ἁγίου, παλάτιον ὑπάρχεις, δακρύρροε ἱκέτα, πᾶσι τοῖς τέκνοις σου.

Π

ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα τὸ Τρισάγιον· Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄).

Δόξα... Καὶ νῦν...

Π

αναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (ἐκ γ΄).

Δόξα... Καὶ νῦν...

Π

άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Τ

ύχων ὅσιε, Ῥωσίας κλέος, φίλε Νόων τε, καὶ Θεοτόκου, προσανέβης Γολγοθᾷ τῷ τοῦ Ἄθωνος, καὶ τὸν γλυκὺν νῦν ἐκτήσω Παράδεισον· ὅθεν πρὸς σὲ ἀνυμνοῦντες αἰτούμεθα· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Σ

ὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Τ

έλος ὑμνῳδίας ἐκτελῶν, σοὶ ἀναβοῶ καὶ προσπίπτω· σῇ παρρησίᾳ σοφέ, πόθον σωτηρίας μου θερμῶς ἐνίσχυσον, καὶ ἀρχὴν μετανοίας μου, βαλεῖν δίδαξόν με, πάτερ τὸν κατάκριτον, καὶ ὀκνηρότατον, Τύχων ἀσκητὰ καὶ ἱκέτα, πάντων τῶν πιστῶς ἐκβοώντων, τὴν δοξολογίαν πρὸς τὸν Κύριον.

Δ

έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τ

ὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΔΟΞΑ

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ασματική Ακολουθία εις τον Όσιον Τύχωνα τον Αγιορείτην