Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2026

Παρακλητικός Κανών εις τον όσιον Τύχωνα τον Αγιορείτην

Εικόνα
  ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΤΥΧΩΝΑ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ TON ΕΚ ΡΩΣΙΑΣ Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΚΓ΄ Σεπτεμβρίου.   Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου.   Εὐλογήσαντος τοῦ ἱερέως, λέγομεν τὸν ΡΜΒ΄ (142ον) Ψαλμόν. Κ ύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ ...

Ασματική Ακολουθία εις τον Όσιον Τύχωνα τον Αγιορείτην

Εικόνα
  ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ Εἰς τὸν Ὅσιον Τύχωνα τὸν Ἁγιορείτην, τὸν ἐκ Ῥωσίας. Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΚΓ΄ Σεπτεμβρίου. Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων. Ἐ κ τῆς Ῥωσίας προῆλθες Τύχων μακάριε, καὶ Γολγοθᾶν ἀνῆλθες, τὸν ἐν ὄρει τοῦ Ἄθω· πίστει ἀγρυπνίᾳ καὶ προσευχῇ, τὰ σὰ πάθη ἐσταύρωσας, καὶ Παραδείσου ἀπήλαυσας τῆς τρυφῆς, ἀσωμάτων ὦ συνόμιλε. (Δὶς) Ὡ ς καθαρὸς τῇ καρδίᾳ Τύχων ἀνίπτασο, ἐν οὐρανοῖς ὦ μάκαρ, λειτουργὲ τοῦ Ὑψίστου, δέησιν προσφέρων ὑπὲρ ἡμῶν, καὶ θυσίαν ἀναίμακτον, πρὸς τὸν Δεσπότην καὶ Κύριον καὶ Θεόν, τὸν Σωτῆρα καὶ φιλάνθρωπον. Τ ῶν μοναστῶν ὁ ἀλείπτης ὁ ἀκριβέστατος, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ βακτηρία· πλάνας διαβόλου Τύχων σοφέ, κατεπάλαισας ἅπασας, καὶ τὰ σὰ τέκνα ὡδήγησας πρὸς Θεόν· διὸ πάντες σε δοξάζομεν. Δόξα. Ἦχος β΄. ...