Ασματική Ακολουθία εις τον Όσιον Τύχωνα τον Αγιορείτην
ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
Εἰς
τὸν Ὅσιον Τύχωνα τὸν Ἁγιορείτην, τὸν ἐκ Ῥωσίας.
Ἡ
μνήμη αὐτοῦ τελεῖται τῇ ΚΓ΄ Σεπτεμβρίου.
Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
|
Ἐ |
κ τῆς Ῥωσίας προῆλθες
Τύχων μακάριε, καὶ Γολγοθᾶν ἀνῆλθες, τὸν ἐν ὄρει τοῦ Ἄθω· πίστει ἀγρυπνίᾳ καὶ
προσευχῇ, τὰ σὰ πάθη ἐσταύρωσας, καὶ Παραδείσου ἀπήλαυσας τῆς τρυφῆς, ἀσωμάτων ὦ
συνόμιλε. (Δὶς)
|
Ὡ |
ς καθαρὸς τῇ καρδίᾳ Τύχων
ἀνίπτασο, ἐν οὐρανοῖς ὦ μάκαρ, λειτουργὲ τοῦ Ὑψίστου, δέησιν προσφέρων ὑπὲρ ἡμῶν,
καὶ θυσίαν ἀναίμακτον, πρὸς τὸν Δεσπότην καὶ Κύριον καὶ Θεόν, τὸν Σωτῆρα καὶ
φιλάνθρωπον.
|
Τ |
ῶν μοναστῶν ὁ ἀλείπτης ὁ ἀκριβέστατος,
τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ βακτηρία· πλάνας διαβόλου Τύχων σοφέ, κατεπάλαισας
ἅπασας, καὶ τὰ σὰ τέκνα ὡδήγησας πρὸς Θεόν· διὸ πάντες σε δοξάζομεν.
Δόξα. Ἦχος β΄.
|
Ἐ |
κ νεότητός σου, Τύχων
πάτερ, τῇ τοῦ σώματος ἁγνότητι ἐνέμεινας· καὶ πονηρῶν λογισμῶν ἀφιστάμενος, ἐν ταπεινώσει
καὶ πίστει τῷ οὐρανίῳ Πατρί, ὡς παιδίον ἐδέξω, τὴν βασιλείαν τοῦ Θεοῦ.
Καὶ νῦν. Θεοτοκίον.
|
Τ |
ὴν πᾶσαν ἐλπίδα
μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
|
Τ |
ύχων ἀσκητικέ, ὡς
σύμμαχος βοήθει, ἡμῖν τοῖς σὲ τιμῶσι, τοὺς πόνους ὑπομένειν, εὐχαῖς σου πρὸς τὸν
Κύριον.
Στίχος.
Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
|
Τ |
ύχων θαυματουργέ,
διάλυσον εὐχαῖς σου, παγίδας διαβόλου, καὶ πνεῦμα ἐγκρατείας, τοῖς τέκνοις σου
χορήγησον.
Στίχος.
Μακάριος ἀνὴρ
ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
|
Τ |
ύχων μακροθυμῶν, ἐχθροῖς
σου συνεχώρεις· διὸ καὶ ὡμοιώθης, Κυρίῳ τῷ Θεῷ σου, ὃν πάτερ ἐπεπόθησας.
Δόξα. Τριαδικόν.
|
Δ |
όξαν πρὸς τὸν Θεόν, ἀνέπεμπες
ὦ Τύχων, ἀδιαλείπτως θέλων, διάγειν τὸν σὸν βίον, ἀγγέλοις ὡς ὁμότροπος.
Καὶ νῦν. Θεοτοκίον.
|
Φ |
ίλε Μητρὸς Ἁγνῆς, Σωτῆρος
καὶ Θεοῦ σου, ἡ σὴ καλύβη Τύχων, ἐχώρησε τὴν μόνην, χωρήσασαν τὸν Κύριον.
Ὁ ἱερεύς· Νῦν ἀπολύεις...
Τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα
ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια.
Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν.
|
Τ |
ίς μὴ ἀνυμνήσει σε ὅσιε, παιδιόθεν
τὸν ποθοῦντα ἡσυχίαν ἱεράν, καὶ τὸ φρόνημα τοῦ κόσμου ἀρνησάμενον στεῤῥῶς; Ῥωσίας,
ἀνεφάνης θεῖον βλάστημα· τοῦ Ἄθω, ἀνεδείχθης μέγα καύχημα. Διό σου Τύχων
δεόμεθα, ἀπαύστως σοι ἀνακράζοντες· Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
|
Τ |
ί σε ὀνομάσωμεν ὅσιε; Ὑμνητὴν
τοῦ Γολγοθᾶ, καὶ Παραδείσου ἐραστήν, τῆς ἀσκήσεως κανόνα, τῶν πατέρων μιμητήν; Ἀγγέλων,
ἀνεδείχθης ἰσοστάσιος· δαιμόνων, ἐτροπώσω τὰ τεχνάσματα. Διό
σου Τύχων δεόμεθα, ἀπαύστως σοι ἀνακράζοντες·
Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
|
Δ |
εῦτε προσκυνήσωμεν
Τύχωνα, Παϊσίου τοῦ ὁσίου τὸν διδάσκαλον πιστοί, τὸν ἀλείπτην μοναζόντων, καὶ
λαοῦ τὸν ὁδηγόν, καὶ φίλον, τῶν ἁγίων ταπεινότατον, Μαρίας, τῆς Παρθένου τὸν
θεράποντα. Διό σου Τύχων δεόμεθα, ἀπαύστως σοι ἀνακράζοντες· Ἱκέτευε τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
|
Τ |
ίς μη μακαρίσει σε ἅγιε, τὸν
πτωχείας ἐραστὴν καὶ χαρισμάτων ζηλωτήν, τῶν δακρύων τὴν πηγήν, καὶ τῶν
πενθούντων τὴν χαράν, νηστείας, ἀκριβέστατον διδάσκαλον, νοσούντων, ἰσχυρὸν ἀλεξητήριον·
διό σου Τύχων δεόμεθα, ἀπαύστως σοι ἀνακράζοντες· Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
|
Δ |
εῦτε μεγαλύνωμεν Τύχωνα· λογισμῶν
γὰρ ἀγαθῶν κατοικητήριον σεπτόν, καὶ εὐχῆς τῆς νοερᾶς τὸ ἐργαστήριόν ἐστι, δοχεῖον,
τὸ ἐκχέον τὴν συγχώρησιν, καὶ κλῖμαξ, ὁδηγοῦσα εἰς ταπείνωσιν. Διὸ διάκρισιν ἔλαβες,
καὶ μέλλοντα ἐπροφήτευσας, τὸν φόβον σύ, ἵνα λύσῃς τῶν ψυχῶν ἡμῶν.
|
Π |
άντες οἱ λαοὶ ἀρυώμεθα, τὸ
σὸν μέλι τὸ γλυκαῖνον αἰσθητήρια πιστῶν, τὸ ἐκτρέφον τοὺς ποθοῦντας Παραδείσου
τὴν τρυφήν· πικρίαν, ἁμαρτίας ὦ γλυκύτατε, ἐκτρέπει, εἰς χαρὰν καὶ ἀπολύτρωσιν.
Ὦ πάτερ Τύχων δεόμεθα, ὅτι εἰργάσω ὡς μέλιττα· Ἐνστάλαξον τὴν σὴν χάριν ταῖς
ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
|
Ἐ |
ν παιδείᾳ καὶ νουθεσίᾳ
Κυρίου ἐξετράφης, καὶ τὸν Θεὸν ζηλοῖς. Εἰς τὰ τῶν σῶν ἁμαρτιῶν βάθη ἐνέκυψας, καὶ
τὸν Θεὸν γνωρίζεις. Γόνυ ἔκλινας, καὶ δαίμονές σε φρίττουσι. Τὴν σάρκα ἐσταύρωσας, καὶ σεαυτὸν καλλύνεις. Ὡς παιδίον ἐδέξω τὴν
βασιλείαν τοῦ Θεοῦ, καὶ νῦν ὑπάρχεις ἐν αὐτῇ, ὦ Τύχων πάτερ καὶ ἱκέτα τῶν σὲ ἀνυμνούντων
πιστῶς.
Καὶ νῦν. Θεοτοκίον.
|
Τ |
ίς μὴ μακαρίσει
σε Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ
Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν.
Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(κεφ. γ΄ 1-9)
|
Δ |
ικαίων ψυχαὶ
ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι,
καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.
Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτὸν συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(κεφ. ε΄ 15-23 καὶ στ΄ 1-3)
|
Δ |
ίκαιοι εἰς
τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς
βουλὰς διερευνήσει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(κεφ. δ΄ 7-15)
|
Δ |
ίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος
ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ,
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ
μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα. Ἦχος α΄.
|
Φ |
ωτίζου φωτίζου, ἡ τῶν
πατέρων τοῦ Ἄθω ὁμήγυρις, καὶ ὀρθοδόξων τὸ σύστημα. Ἡ γὰρ τοῦ Τύχωνος τοῦ ὁσίου,
μνήμη ἀνέτειλε. Δεῦτε οὖν πνευματικῶς εὐφρανθῶμεν, καὶ καθαρᾷ καρδίᾳ, ἴδωμεν τὸν
λύχνον, τὸν ὑπὸ τὸν μόδιον βουληθέντα κρυβῆναι, καὶ αὐτὸν ἱκετεύσωμεν· Ὅσιε
Τύχων, διάλυσον ἡμῶν τὴν σκοτόμαιναν τῶν παθῶν, καὶ ὁδήγησον ἡμᾶς πρὸς τὸ φῶς τὸ
ἀπρόσιτον.
Ἦχος β΄.
|
Ὅ |
σιε Τύχων, ἀνάγαγε ἡμᾶς, ἐκ
τοῦ βυθοῦ τῆς δεινῆς ῥᾳθυμίας, ὅτι τὰ τέκνα σου ἐδίδασκες λέγων· Οὐ μόνον ἁμαρτωλοί,
ἀλλὰ καὶ ῥᾴθυμοι, εἰς τὴν γέενναν τοῦ πυρὸς ῥιφήσονται.
|
Ἀ |
ντὶ ψόγου σιωπήν, ἀντ’ ἐκδικήσεως
τὴν συγχώρησιν, ἀντ’ ὀργῆς τὰ δάκρυα, τῷ λῃστῇ σου ἔδειξας. Οὕτω γὰρ ἀγάπην ἅπαντας
ἐδίδαξας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένων βοήθειαν, ἀλλὰ τὸ τοῦ Θεοῦ περιμένων ἔλεος.
Διό σοι προσπίπτομεν καὶ σοῦ δεόμεθα, Τύχων ὅσιε· Ὡς συμπαθείας ἔμπλεως, πρὸς ἡμᾶς
τοὺς ἁμαρτωλούς, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
Ἦχος ὁ αὐτός.
|
Τ |
ὴν θείαν κλῆσιν ἐννοῶν,
τριετὴς ὁδοιπόρος, καὶ πλήθους μονῶν προσκυνητὴς γέγονας· τῆς ὁδοιπορίας τὸν
κόπον ὡς ἀγαπήσας, καὶ οὐ τὴν ἐκ τούτων φιλοξενίαν δεξάμενος, πρὸ τοῦ κείρεσθαι
ἠσκήτευσας. Διὸ βοῶμέν σοι, Τύχων ὅσιε, ὡς πρόβατα ἀπολωλότα· Ἐπίστρεψον ἡμᾶς,
πρὸς οὐρανίους μονάς, ταῖς πρὸς Θεόν πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. δ΄.
|
Ὁ |
τὴν καρδίαν σου κατακοσμήσας, στίγμασι τῆς ἀσκήσεως,
καλὸς ἐδείχθης, ὑπὸ τοῦ κάλλει ὡραίου, παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Διὸ
βοῶμέν σοι· Ἡμᾶς τοὺς ῥᾳθυμοῦντας, ταῖς διαπύροις σου πρὸς Κύριον εὐχαῖς, εἰς τὸ
ἀρχαῖον κάλλος ἐπανάγαγε.
Καὶ νῦν. Θεοτοκίον.
έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν
δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
|
Χ |
αίροις ὁ τῆς Ῥωσίας
βλαστός, ὁ ἐξανθήσας ἐν τῷ ὄρει τοῦ Ἄθωνος, ὁ σκέπων σὰ τέκνα πάτερ, ἀπὸ τοῦ
καύματος νῦν, πειρασμῶν ὡς δένδρον εὐσκιόφυλλον. Καρποῦ ἐκ τοῦ Πνεύματος, ὀρεγόμενοι
δρέπομεν, τὰς ἀρετάς σου, καὶ τοὺς πόνους σου ἅγιε, καὶ τὸν ἔνθεον, Παραδείσου σου
ἔρωτα. Ὅθεν εὐχαριστοῦμέν σοι, καὶ μέλπομεν ᾄσματα, Τύχων γλυκύτατε πάτερ,
δοξολογίας πρὸς Κύριον, τὸν χάριν σοι δόντα, καὶ παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχος. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
|
Χ |
αίροις ἡ ἀσκητῶν χαρμονή,
ὁ ἐξαγνίσας ἐκ πταισμάτων καρδίαν σου, ὡς δάκρυα μετανοίας, σταλάξας πάτερ
σοφέ, ὁ μισθὸν κερδήσας ἐπουράνιον. Ἐπίγειε ἄγγελε, ἐπουράνιε ἄνθρωπε,
κατηξιώθης, δωρεᾶς διοράσεως, ἵνα τέκνα σου, ὁδηγήσῃς πρὸς Κύριον. Ὅθεν σε
μακαρίζομεν, ὑμνοῦντες τὴν μνήμην σου, Τύχων πανεύφημε πάτερ, καὶ σωτηρίας αἰτούμεθα,
τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.
Στίχος. Μακάριος ἀνὴρ
ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
|
Χ |
αίροις ὁ ζωηφόρῳ σταυρῷ,
τοῦ παραδείσου τὴν τρυφὴν κεκτημένος τε, καὶ δαίμονας καταῤῥίπτων, καὶ τοὺς
πιστοὺς ἀνυψῶν, εἰς τῆς σωτηρίας τὰ ὑψώματα· καὶ γὰρ κατεφρόνησας, τῶν τοῦ
κόσμου ἀνέσεων, καὶ ἐνεδύσω, ἱερέως εὐπρέπειαν, τροπωσάμενος τῆς σαρκὸς τὰ
σκιρτήματα. Ῥάβδῳ τῇ τῆς δυνάμεως, ἐποίμανας ὅσιε, τέκνα τὰ σὰ ἐν εἰρήνῃ, καὶ
Γολγοθᾶν τούτοις ἔδειξας, πηγὴν σωτηρίας, τὴν βλυστάνουσαν τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
|
Ὡ |
ς δευτέραν Εὔαν δύο γυναῖκας,
εὑρὼν ὁ δράκων, ἔσπευδε διὰ τοῦ ψεύδους, ὑποσκελίσαι τὸν Τύχωνα· ἀλλ’ αὐτὸς ἀπωθήσας
ταύτας, ἔφυγε τὴν ἁμαρτίαν, καὶ ὡς νέος Ἰωσὴφ ἔμεινεν ἁγνός. Αὐτοῦ ταῖς ἱκεσίαις,
Χριστέ, ἐλέησον ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον.
|
Δ |
έσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Ὁ ἱερεύς· Νῦν ἀπολύεις... Τρισάγιον.
Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ἀπολυτίκιον. Ἦχος
γ΄. Θείας πίστεως.
|
Τ |
ύχων ὅσιε, Ῥωσίας κλέος, φίλε Νόων τε,
καὶ Θεοτόκου, προσανέβης Γολγοθᾷ τῷ τοῦ Ἄθωνος, καὶ τὸν γλυκὺν νῦν ἐκτήσω Παράδεισον·
ὅθεν πρὸς σὲ ἀνυμνοῦντες αἰτούμεθα· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
|
Σ |
ὲ τὴν
μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ,
μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
|
Τ |
οῦ Προδρόμου ζηλώσας τὴν
θείαν ἄσκησιν, καὶ ἐγκρατείᾳ τὸν βίον διατελέσας στεῤῥᾷ, ἐν ἐρήμῳ ἡγιάσθης
Τύχων ὅσιε· μέλι γὰρ χάριτος αὐτοῦ, ἠξιώθης τοῦ τρυγᾶν, γλυκαίνων πιστῶν
καρδίας, καὶ ἑλκύων τοὺς ῥᾳθυμοῦντας, πρὸς Παραδείσου μακαρίαν ὁδόν.
Θεοτοκίον.
|
Τ |
ὴν τοῦ Ἄθω προστάτιν
πιστοὶ τιμήσωμεν, τὴν χαρμονὴν τῶν πενθούντων καὶ ἐγκρατῶν πλησμονήν, τῶν ἀγγέλων
βιοτὴν δὲ τὴν ἐμφαίνουσαν· στήριγμα πάντων ἐραστῶν, προσευχῆς τῆς νοερᾶς, καὶ
βίου ἡσυχαζόντων, τὴν αἰτίαν τῆς σωτηρίας, τὴν Πανακήρατον Μητέρα Θεοῦ.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
|
Ἀ |
κρώρειαι Ἄθωνος ἀνευφημοῦμεν
ὑμᾶς, ὦ Τύχων ἰσάγγελε σὺν Παϊσίῳ στεῤῥῷ, πατέρων οἱ πρόκριτοι, ὅτι ἐν
ταπεινώσει, διεξήλθετε βίον, ἔμπλεων ἐγκρατείας, προσευχῆς καὶ θυσίας, ὑπὲρ τῶν
ἐν περιστάσει ὄντων καὶ θλίψεσι.
Θεοτοκίον.
|
Π |
αρθένε Πανάχραντε, τὸν
Ποιητὴν τοῦ παντός, ἡ μόνη χωρήσασα ἐν τῇ ἁγνῇ σου γαστρί, λιταῖς σου διάσωσον,
πάντας τοὺς ἐκζητοῦντας, τὴν συγχώρησιν πίστει, πάντας τοὺς συγχωροῦντας, τοῖς ἐχθροῖς
ἐκ καρδίας, καὶ πάντας τοὺς ἀνυμνοῦντας σὲ Παναμώμητε.
Μετὰ τὸν Πολυέλεον Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
|
Τ |
ὸ ἔλεος Κριτοῦ ὦ δακρύῤῥοε
Τύχων, τοῦ σταύρωσιν φρικτὴν δι’ ἡμᾶς ὑποστάντος, πρεσβείαις σου ἐκζήτησον, τοῖς
αἰνοῦσί σε ἅπασιν, ὡς ἠλέησας, τὸν σὸν λῃστὴν ἐκ καρδίας, καὶ ἐδίδαξας, τῆς
συγχωρήσεως τρίβον, σὰ τέκνα πατήρ ἡμῶν.
Θεοτοκίον.
|
Μ |
ετάνοιαν θερμὴν Παναγία
Παρθένε, χορήγησον ἡμῖν τοῖς δεινῶς πυρουμένοις, ἀνόμων ὑπὸ πράξεων, καὶ ὑφάρπασον
Δέσποινα, τὰς ψυχὰς ἡμῶν, ἐκ πονηρῶν τελωνίων, ἵνα μέλπωμεν, τὸν ἀναστάντα ἐκ
τάφου, καὶ μόνον Θεὸν ἡμῶν.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ
ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον· Κατὰ Λουκᾶν (κεφ. στ΄ 17-23). Ζήτει τῇ Ε΄ Δεκεμβρίου.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν΄ (50ὸς) Ψαλμός.
Δόξα.
|
Τ |
αῖς τοῦ σοῦ
ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
|
Τ |
αῖς τῆς
Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος.
Ἐλέησόν με,
ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
|
Ὁ |
τῶν δαιμόνων φόβητρον ὑπάρχων, ὁ ἐν ἀδιαλείπτῳ
προσευχῇ καὶ ἐγκρατείᾳ αὐστηρᾷ, ὁ ἐν πένθει χαροποιῷ, ὁ τῶν ματαίων ἀποστραφεὶς
ἐπαίνων, Τύχων μάκαρ, ταῖς πρεσβείαις ταῖς σαῖς, ἱκέτευε ἀκοῦσαι καὶ ἡμᾶς, τὸν
μακαρισμὸν ἡμῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς·
Τῷ Τύχωνι αἴνεσιν ἀναπέμπω. Ἀθανασίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
|
Τ |
οῦ Ἄθωνος κλέϊσμα, καὶ τοῦ
Σινᾶ ἐγκαλλώπισμα, Ῥωσίας τὸ βλάστημα, τὸν ἐραστὴν Γολγοθᾶ, ἰσοστάσιον,
ταγμάτων οὐρανίων, Παρθένου τὸν φίλτατον, Τύχων αἰνοῦμέν σε.
|
ᾨ |
δὴν ἐπινίκιον,
προσφέρομέν σοι γλυκύτατε· τὰ πάθη ἐσταύρωσας γὰρ ἐν ἀσκήσει τῇ σῇ, καὶ κατῴκησεν,
ἐν σοὶ τῷ ἰσαγγέλῳ, τὸ Πνεῦμα τὸ Ἅγιον, Τύχων πανόλβιε.
|
Τ |
οῦ βίου τὴν μέριμναν, ἐν
τῷ Κυρίῳ ἀνέθηκας, δουλείαν ἐξέφυγες, ὡς ὁ Μωσῆς Φαραώ, καὶ γευσάμενος, τῆς
γεύσεως τῶν ἄνω, πιστῶν αἰσθητήρια, πάτερ ἐγλύκανας.
Θεοτοκίον.
|
Ὑ |
μῖν τοῖς ὑμνοῦσί σε, καὶ
προσκυνοῦσι τὴν χάριν σου, τὸ μάννα χορήγησον, σαῖς θεοδέκτοις εὐχαῖς, τὸ τῆς
πίστεως, ὡς Τύχωνι ὁσίῳ, τὸν ἄρτον προσήνεγκας, Μῆτερ πανθαύμαστε.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
|
Χ |
ορεῖαι ἀγγέλων ἀσωμάτων,
καὶ πλῆθος ἁγίων τοῦ Θεοῦ, παρῆσαν ἐν καλύβῃ σου, τῇ ἐν ἐρήμῳ Ἄθωνος, καὶ
διηκόνουν ἅπαντες, σοὶ Κτίστου θεῖῳ θεράποντι.
|
Ὦ |
Τύχων φυλάξας παρθενίαν, διέφυγες ὥσπερ Ἰωσήφ,
τὴν ἔφοδον ἀλάστορος, καὶ ταύτην κατεκόσμησας, τῇ ταπεινώσει ὅσιε, δι’ ἧς ἐδείχθης
πανάριστος.
|
Ν |
αὸς θείου Πνεύματος ἐφάνης,
γλυκύτατε Τύχων ἀγαθέ· ἦσθα γὰρ ἀνεξίκακος, καὶ ἁμαρτίας τέκνων σου, σὺ ἐπιλανθανόμενος,
ἀγγέλοις ὤφθης ὁμότροπος.
Θεοτοκίον.
|
Ἱ |
κέται προσφεύγομέν σοι Μῆτερ, καὶ κράζομεν πίστει σοι θερμῇ· Λῦσον σὺ
τῶν ψυχῶν ἡμῶν, τὴν ἀκαρπίαν Δέσποινα, ἡ δεξαμένη Κύριον, ἀσπόρως μήτρᾳ ἁγίᾳ
σου.
Κάθισμα. Ἦχος δ΄.
Κατεπλάγη
Ἰωσήφ.
|
Ἐ |
ργαστήριον σεπτόν,
νηπιαζόντων λογισμῶν, ἐν αὐτοῖς σὺ ἀνδρωθείς, τὴν Βασιλείαν Οὐρανῶν, ὡς τὰ
παιδία ἐδέξω ἐν τῇ καρδίᾳ· κρίσιν οὐδαμῶς γὰρ ἐξέφερες, Τύχων ἀγαθὲ καὶ
φιλεύσπλαγχνε· διὸ ἡμεῖς κατάκριτοι ὡς ὄντες, καθικετεύοντες κράζομεν· Τὰ σὰ
τεκνία, δίδαξον πάτερ, ζῆν ἁπλῶς καὶ ἀδόλως.
Θεοτοκίον.
|
Κ |
ατεπλάγη κατιδών, κομιζομένην
ἐπ’ αὐτόν, τὴν λαμπράν σου τὴν μορφήν, ὦ Θεονύμφευτε Ἁγνή, ὁ ἐγκρατέστατος
Τύχων γλυκύν σου ἄρτον· οὕτως οὖν ἡμεῖς σοι προσπίπτοντες, κράζομεν θερμῶς καὶ
αἰτούμεθα· Βιοτικῶν φροντίδων καὶ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἀπάλλαξον, ἡμᾶς
τοὺς πίστει, ὑμνολογοῦντας, σὲ τὴν μόνην ἐλπίδα.
ᾨδὴ
δ΄. Ὁ καθήμενος
ἐν δόξῃ.
|
Ἀ |
γγελόμορφος ὑπάρχων, τοῖς
ἀγγέλοις συνόμιλος, ἀνεδείχθης Τύχων· μύστης γὰρ ἐφάνης οὐράνιος, ἐν οὐρανοῖς θαυμασίως,
μεταιρόμενος, καὶ ἐκραύγαζες· Δόξα Χριστὲ τῇ δυνάμει σου.
|
Ἱ |
εραῖς σου προφητείαις, πρὸς
τὸν Κύριον ηὔξησας, τὴν ἐλπίδα Τύχων, φόβον διαβόλου διέλυσας, ὅτι ἐν Πνεύματι
πάτερ, ἐπροφήτευσας, καὶ ἀνέκραξας· Δόξα Χριστὲ τῇ δυνάμει
σου.
|
Ν |
οερᾷ τῇ προσευχῇ σου, ἠξιώθης
θεόληπτε, ὁραμάτων θείων, πλήθει δὲ ἁγίων ἐντεύξεως, καὶ ἀκηράτῳ Παρθένῳ,
παναοίδιμε· ὅθεν ἔκραζες· Δόξα
Χριστὲ τῇ δυνάμει σου.
Θεοτοκίον.
|
Ε |
ὐλογοῦμεν Θεοτόκον, Ἀειπάρθενον
Δέσποιναν, Ἀββακοὺμ ἣν πάλαι, ὄρος προκατεῖδε κατάσκιον· διὸ ἐξέστη τῷ φόβῳ, καὶ
ἐβόησε, πρὸς τὸν Κύριον· Δόξα σοι Κύριε δόξα σοι.
ᾨδὴ ε΄. Ἐξέστη τὰ
σύμπαντα.
|
Σ |
ὸν τέκνον Παΐσιος, ἐπὶ τῇ
θείᾳ χάριτι, ἥνπερ ἀναβλύζεις θεοφόρε, σφόδρα ἐξέστη, ὅτ’ ἐπεφάνησαν σοί, τοῦ
Σάρωφ ὁ θεῖος Σεραφείμ, Μήτηρ τοῦ Κυρίου τε, καὶ ὁ ἅγιος Σέργιος.
|
Ἰ |
δὼν ὦ θεόληπτε, τὰ τῶν ἀγγέλων
τάγματα, σὺ ἐν οὐρανίῳ Λειτουργίᾳ, ὤφθης πολλάκις, ὡς Ἡσαΐας σεπτέ, ὃς χείλεσιν ἄνθρακα λαβών, ἤκουε τὸ Ἅγιος, ἐξ ἀγγέλων
εἶ Κύριε.
|
Ν |
ωθροῖς σὺ συνέπασχες, ἐν
τῇ πολλῇ ἀγάπῃ σου, Τύχων ἀριστεῦ τῶν μοναζόντων· τούτοις
γὰρ δείξας, διὰ νηστείας εὐχῆς, μελέτης τε καὶ ὑπακοῆς, βίον τὸν ἰσάγγελον, ἐκ
παθῶν τούτους ἔσωσας.
Θεοτοκίον.
|
Ἀ |
σπόρως συνέλαβες, τὸν
ζωοδότην Κύριον, Μῆτερ τῶν ἀγγέλων ὑπερτέρα· ἕξει γὰρ ἔφη, ὁ Ἡσαΐας γαστρί, καὶ
τέξεται τὸν Ἐμμανουήλ, πᾶσιν ἁμαρτάνουσιν, ἡ Παρθένος καὶ Ἄσπιλος.
ᾨδὴ
Ϛ΄. Τὴν θείαν ταύτην.
|
Ν |
εκρῶν ἀνάστασιν ὅλβιε,
ποθῶν τῷ Παϊσίῳ παρήγγειλας, ἐκ ταπεινώσεως, ἄθικτον μεῖναι σὸν σκήνωμα, καὶ τὸ
σεπτόν σου μνῆμα τὸ βλύζον χάριτας.
|
Ἀ |
νέβης πάντιμε ὅσιε, εἰς ὕψος
ἀρετῶν δι’ ἀσκήσεως· διὸ καθείλκυσας, τοὺς ἐν πελάγει τῶν θλίψεων, τοῦ ἱλασμοῦ
ζητοῦντας λιμένα εὔδιον.
|
Π |
οθῶν ἁγίαν ἀνάστασιν, κατεῖδες
ἀπὸ γῆς τὸν Παράδεισον, τὸν εὐωδέστατον, αἴρων σταυρόν σου στεῤῥότατα, καὶ τὸν
Θεὸν δοξάζων ἀεὶ μακάριε.
Θεοτοκίον.
|
Ε |
ὐχαῖς σου Μῆτερ ἀξίωσον,
τυχεῖν τῆς ἀναστάσεως ἅπαντας, τοὺς προσκυνοῦντάς σου, τὸν θεῖον τόκον ἐν ᾄσμασι,
καὶ πρὸς αὐτὸν βοῶντας· Ἡμῖν ἱλάσθητι.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
|
Τ |
ὰ ἄνω ζητῶν, τῶν κάτω
κατεφρόνησας, τὰ πάθη σταυρῶν, ἐντόνῳ ἐν ἀσκήσει σου· δι’ αὐτῆς ὁμότροπος τοῖς ἀγγέλοις
γέγονας ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ὦ Τύχων ὑπὲρ πάντων ἡμῶν.
Οἶκος.
|
Ὁ |
τῆς εὐωδίας Παραδείσου ἐραστής, καὶ τοῦ Γολγοθᾶ
τοῦ ἁγίου ὑμνητής, ὁ φίλτατος μύστης ὁ οὐρανομήκης τῆς Θεοτόκου καὶ πάντων τῶν ἁγίων,
ὁ ἀλείπτης μοναστῶν καὶ ἡ γλυκεῖα παραμυθία τῶν πιστῶν, μὴ παύσῃ Χριστῷ τῷ Θεῷ,
πρεσβεύων ὦ Τύχων ὑπὲρ πάντων ἡμῶν.
Ἀναγιγνώσκεται τὸ συναξάριον τῆς ΚΓ΄ Σεπτεμβρίου ἐκ τοῦ Μηναίου
καὶ εἶτα τὸ παρόν·
|
Τ |
ῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνὸς
μνήμην ποιούμεθα τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Τύχωνος τοῦ Ἁγιορείτου, τοῦ
ἐκ Ῥωσίας, ἐν εἰρήνῃ κοιμηθέντος ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ
(1968).
Στίχοι.
Ὦ Τύχων γλυκύ, γλυκέος Παραδείσου,
τυχεῖν καὶ ἡμᾶς ἀξίωσον εὐχαῖς σου.
Ὡς
ἄγγελος Θεοῦ ὁ Τύχων πρὸς πόλον ἤρθη.
Συναξάριον.
|
Ὁ |
ὅσιος Τύχων ὁ Ἁγιορείτης ἐγεννήθη ὑπὸ εὐλαβῶν
γονέων εἰς τὴν Ῥωσίαν ἐν ἔτει χιλιοστῷ ὀκτακοσιοστῷ ὀγδοηκοστῷ τετάρτῳ (1884) καὶ
ἔλαβεν ὄνομα Τιμόθεος. Παιδιόθεν ἐζήλωσε τὸν μοναστικὸν βίον, ἀλλ’ οἱ εὐσεβεῖς
αὐτοῦ γονεῖς ἀμφιβόλους λογισμοὺς προέβαλλον περὶ τῆς κουρᾶς αὐτοῦ, ὅτι ἦν εὔσωμος
ὁ Τιμόθεος. Ἀλλ’ εἴασαν τοῦτον ἐπισκέψασθαι διακοσίους μονάς. Ὡς οὖν κάμνοντος
αὐτοῦ καὶ πεινῶντος καὶ στενοχωρουμένου ἐκ τῆς ὁδοιπορίας, καὶ θερμῶς ἐπικαλουμένου
τὴν Μητέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐθὺς προσφέρει ἡ Ὑπεραγία Θεοτόκος ἄρτον
αὐτῷ.
Εἶτα ἐμόνασεν εἰς Ἁγίους
Τόπους, μὴ εὑρὼν δὲ τὴν πολυπόθητον ἡσυχίαν ἀνεχώρησεν. Ἐκεῖ δὲ διαφεύγων τὴν
πορνικὴν ἔφοδον δύο γυναικῶν ἐκ Ῥωσίας καὶ τὸν Ἰωσὴφ τὸν πάγκαλον μιμούμενος μένει
ἁγνὸς καὶ ταπεινὸς ἐνώπιον τοῦ Κυρίου.
Ἡσυχίαν ζητῶν καὶ ἄσκησιν
αὐστηρὰν ἠσκήτευσεν εἰς τὸ ἱερὸν κελλίον τοῦ Μπουραζερίου, εἰς τὰ φρικτὰ
Καρούλια καὶ εἰς τὸ ἱερὸν κελλίον Τιμίου Σταυροῦ εἰς Καλιάγραν τοῦ Ἁγίου Ὄρους.
Ἐκεῖ ἐντείνων τὴν ἐλεημοσύνην, τὰς μετανοίας, τὴν μελέτην τῶν ἱερῶν γραφῶν, τὴν
τήρησιν τοῦ νοῦ, τὴν νοερὰν καὶ ἀδιάλειπτον προσευχήν, τὰ δάκρυα, τὸν πόθον τῆς
ἀσκήσεως καὶ τῆς σταυρώσεως τῶν παθῶν, ἠξιώθη τῶν τοῦ
Θεοῦ πλουσίων δωρεῶν.
Πλῆθος ἀνθρώπων συνέῤῥεεν
εἰς τὸν ὅσιον Τύχωνα, ἵνα λάβῃ τὴν ἄφεσιν, τὴν εὐλογίαν, τὴν θεραπείαν, τὴν
παραμυθίαν, τὴν πρόῤῥησιν, τὴν διδαχήν. Ὡς ἐγκρατέστατος ὢν ἐδίδασκε τὰ τέκνα αὐτοῦ
τὴν ἀρετὴν τῶν ἀγαθῶν λογισμῶν καὶ τῆς συγχωρήσεως τῶν ἐχθρῶν, τὴν τῆς ἀσκήσεως
ἀγάπην καὶ τὴν τῆς δεινῆς ῥᾳθυμίας ἀποφυγήν. Οὕτω γὰρ ἠγάπησε
τὸν σταυρὸν τοῦ Κυρίου, ὥστε συνέταξεν ὕμνον εἰς τὸν θεῖον Γολγοθᾶν. Δι’ αὐτοῦ
οὖν ἐδίδασκε καὶ ὡδήγει ἐπὶ τρίβον ἁγιωσύνης οὐ μόνον τοὺς προσερχομένους αὐτῷ
πιστούς, ἀλλὰ καὶ τοὺς μοναστάς, ὥσπερ τὸν γλυκὺν ὅσιον Παΐσιον τὸν Ἁγιορείτην,
τὸν λογιώτατον πατέρα Θεόκλητον Διονυσιάτην, τὸν πατέρα Φώτιον Λαυριώτην, τὸν
καὶ διὰ Χριστὸν σαλόν, τοὺς Ἰβηρίτας πατέρας Ἀγαθάγγελον καὶ Μάξιμον, τὸν
μειλίχιον καὶ ἀσκητικώτατον πατέρα Μελέτιον τῆς Καψάλας ὡς καὶ ἄλλους πολλούς.
Ἀλλὰ καὶ πλήθη ἀγγέλων καὶ
πάντες οἱ ἅγιοι καὶ δὴ ἡ Ὑπεραγία Θεοτόκος, καθάπερ ὁ ὅσιος Τύχων ὡμολόγει, ἐπεσκέπτοντο
αὐτόν, ἵνα παραμυθήσωνται αὐτὸν καὶ διακονήσωσι. Πολλάκις δὲ ἀγγελικαὶ ὑμνῳδίαι
ἠκούοντο ἐκ τῆς ἱερᾶς αὐτοῦ καλύβης καί, ἐν ᾧ ἐτέλει ἐν τῷ ἱερῷ ναῷ τὴν ἀναίμακτον
πρὸς
τὸν Κύριον θυσίαν, ἡρπάζετο ὑπὸ τῶν ἀσωμάτων δυνάμεων εἰς τὸ ἐπουράνιον
θυσιαστήριον. Διὸ καὶ μᾶλλον ἦν δοξολογῶν τὸν Θεὸν ἢ ζητῶν τὸ ἔλεος παρ’ αὐτοῦ.
Πλήρης ὢν Πνεύματος Ἁγίου κάλλος ἰσάγγελον εἶχε καὶ τῆς ἀπαθείας τὸ χάρισμα, ὅτι
τὰ πλήθη τῶν στιγμάτων ἐκ τῶν ἐντόμων καὶ ἄλλων τινῶν ζῴων οὐχ ὅπως παρεῖχον ὄχλον
τῷ ὁσίῳ, ἀλλ’ οὐδὲ τὸ κάλλος τῆς μορφῆς προσέβαλλον.
Οὕτως οὖν ἀγγελικῶς
πολιτευσάμενος τῇ ἐβδόμῃ τοῦ μηνὸς Σεπτεμβρίου ἐν ἔτει χιλιοστῷ
ἐνακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ (1968) ὁ ὅσιος Τύχων πληροφορίαν ἔλαβεν ἐκ τῆς Ὑπεραγίας
Θεοτόκου, τοῦ ὁσίου Σεργίου καὶ τοῦ ὁσίου Σεραφείμ, ὅτι εἰς τὸν γλυκὺν καὶ εὐώδη
Παράδεισον, ὡς ἀπεκάλει αὐτόν, ἀναχωρήσει μετὰ τὴν πανήγυριν τοῦ Γενεθλίου τῆς
Θεοτόκου. Ὀλίγον πρὸ τοῦ τέλους τοῦ ὁσίου διηκόνει αὐτῷ ὁ ὅσιος Παΐσιος ὁ Ἁγιορείτης,
ὁ ἐπικαλούμενος ὑπὸ τοῦ ὁσίου Τύχωνος γλυκύς, ὃν ηὐλόγει ἐπὶ
τρεῖς ὥρας καὶ ἠσπάζετο μετ’ ἀγάπης πατρικῆς. Προεῖπε δὲ τῷ Παϊσίῳ ὅτι ἔσται
μετ’ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅπερ καὶ ἐγένετο, καὶ παρήγγειλεν αὐτῷ
ἄθικτον τηρῆσαι τὸ μνῆμα ἄχρι τῆς δευτέρας τοῦ Κυρίου ἐλεύσεως. Ὁ ὅσιος Τύχων ἐκοιμήθη
ἐν Κυρίῳ τῇ δεκάτῃ τοῦ μηνὸς Σεπτεμβρίου ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ
(1968).
|
Τ |
αῖς αὐτῶν ἁγίαις
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
|
Μ |
οναζόντων ἀνεφάνης τὸ ὑπόδειγμα,
ὁ σβέσας δάκρυσι, σαρκὸς τὴν φλόγα σεπτέ· ἐδέξω γὰρ Πνεύματος, δρόσον καὶ ἔψαλλες·
Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
|
Π |
τερνοτήρην κατεπάτησας
διάβολον, ὁ δοὺς τὸ σῶμά σου, εἰς βρῶσιν πλήθους πολλοῦ, ἐντόμων παντοίων σύ, ὦ
ἀπαθέστατε· ὁ καλῶν ἡμᾶς, καταφιλεῖν τοὺς πόδας δέ, τοῦ εὐσπλάγχνως
σταυρωθέντος.
|
Ὦ |
θεόληπτε τῷ βίῳ σου ἐκήρυττες, ἀλλὰ καὶ λόγοις
σου, δεινοῦ πυρὸς ἀπειλήν, ῥᾳθύμως τοῖς θέλουσιν, ἄνευ ἀσκήσεως, πολιτεύεσθαι, καὶ
μὴ ἀγῶνας ἄρχεσθαι, τοὺς πρὸς τρίβον σωτηρίας.
Θεοτοκίον.
|
Ἀ |
ειπάρθενε οἱ Παῖδες
προεικόνισαν, ἁγνήν σου σύλληψιν, ἐν τῇ καμίνῳ πυρός, ἀνδρείως ἱστάμενοι, καὶ ἀναμέλποντες· Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
|
Θ |
εῖε ὡς χρυσὸν δοκιμασθέντα,
πυρὶ θυσιαστηρίου φρικτοτάτου νῦν, ἅπαντες ὑμνοῦμέν σε· ἄθικτος γὰρ ἔμεινας,
δοξολογῶν τὸν Κύριον, ὡς Παῖδες ἔψαλλον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
|
Ἅ |
πας ὁ λαός σοι ἀνακράζει·
Ὦ Τύχων δοξολογίας σὺ διδάσκαλε, δίδαξον τὰ τέκνα σου, ἐν καμίνῳ θλίψεων,
δοξολογεῖν τὸν Κύριον, ὡς Παῖδες ἔψαλλον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
|
Ν |
έοις συμπαράστηθι εὐχαῖς
σου, ὦ Τύχων τῶν ἀσκητῶν τὸ εὐωδέστατον, ἄνθος καὶ τερπνότατον· τούτους δὲ
διάσωσον, ἐκ κοσμικοῦ φρονήματος, καὶ πάσης πτώσεως, καὶ χάρισαι λιταῖς σου τὸ
πνεῦμα, τῆς ὁμολογίας, ἐν χρόνοις τοῖς ἐσχάτοις.
Θεοτοκίον.
|
ᾎ |
σμα αἰχμαλώτων ἐν καμίνῳ,
τῶν θλίψεων νοσημάτων καὶ κακώσεων, ἅπαντες καλοῦμέν σε· τούτοις γὰρ παρέχεις
σύ, ὦ Θεοτόκε Δέσποινα, παραμυθίαν τε, καὶ λύτρωσιν καὶ ἴασιν πλήρη, σοῦ ταῖς ἱκεσίαις,
πρὸς πάντων τὸν Σωτῆρα.
ᾨδὴ θ΄. Ἅπας
γηγενής.
|
Σ |
τῆθι μεθ’ ἡμῶν, καὶ ἔγειρον
τάχιστα τοὺς πεπτωκότας ἡμᾶς, ὡς ἡ Θεοτόκος σε, καὶ πλῆθος Νόων πάλαι ἐστήριξαν,
ἐν ἀσθενείαις θλίψεσι, καὶ ἐν παλαίσμασι, πρὸς Βελίαρ, Τύχων ἐγκρατέστατε, τῶν
πιστῶν στεῤῥοτάτη ἀντίληψις.
|
Ἴ |
θυνον ἡμᾶς, γλυκὺν πρὸς
Παράδεισον ὦ ἀγγελόμορφε, κλίμακα οὐράνιον, ὁ κατοπτεύσας Τύχων ἐν Ἄθωνι· χρυσολαμπεῖς
δὲ ζήτησον, σὺν Παϊσίῳ σύ, νῦν στεφάνους, πᾶσι τοῖς ὑμνοῦσί σε, καὶ θερμῶς ἐκτελοῦσι
τὴν μνήμην σου.
|
Ὅ |
σιε ἡμῶν, ψαλλόντων τὸ
τέλος νῦν τῆς σῆς αἰνέσεως, ὡς Σιλουανὸς σεπτός, μὴ σὺ ἡγήσῃ πλῆθος
ἐπαίνων σου, ὑπερβολὰς μακάριε, ἀλλ’ ὡς ἀντίδωρον, τῶν σῶν δώρων, πᾶσι τοῖς εὑρίσκουσιν,
ἀναξίως ἐν σοὶ καταφύγιον.
Θεοτοκίον.
|
Ὕ |
μνους σοι θερμῶς,
προσφέροντες ἅπαντες οὐδὲν ποιούμεθα, βάθος δυσθεώρητον, ἀγγέλοις πᾶσιν ὕψος
δυσπρόσιτον, τῆς ἡμετέρας φύσεως, ὅτι συνέλαβες, καὶ ἀφράστως, ἔτεκες τὸν
Κύριον, Ἀειπάρθενε Κόρη καὶ Δέσποινα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
|
Ἐ |
κ πένθους σου ἀνέτειλε,
χαρὰ ἡ ἀνεκλάλητος, ὅτι ἐζήτεις ἐμπόνως, τὸν πόνου μόνον λυτῆρα· Τύχων ἀειλαμπέστατε,
ὑπὲρ πάντων τῶν τέκνων σου, πρέσβευε οὖν πρὸς Κύριον, στεῤῥὰν ἐλπίδα παρέχειν, ἵν’
ὑποστῶμεν τὰς θλίψεις.
Θεοτοκίον.
|
Ἀ |
βύσσου ἐνθυμούμενοι, πυρὸς
καὶ κατακρίσεως, Δέσποινα Μῆτερ Κυρίου, προσπίπτομέν σοι βοῶντες· Φῶς ἡ ἀσπίλως
τέξασα, τὴν διάνοιαν φώτισον, αὔξησον τὴν μετάνοιαν, ἡμῶν τὸν φόβον δὲ λῦσον, σαῖς
θεοδέκτοις πρεσβείαις.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
|
Ἄ |
νθος εὐωδέστατον ἐν τῇ ἐρήμῳ
τοῦ Ἄθωνος, ἀνεδείχθης γλυκύτατε· τὰ σμήνη γὰρ εἵλκυσας τῶν θερμῶς ζητούντων, τῶν
ἐπουρανίων τὸν γλυκασμὸν καὶ τὴν τρυφήν, ἔχων ὡς ῥίζαν τὴν σὴν ταπείνωσιν,
βλαστόν σου τὴν ἐγκράτειαν καὶ προσευχὴν ἀδιάλειπτον, καὶ ὡς κάλλος σου ἅγιε, τὸ
δοξάζειν τὸν Κύριον. (Δὶς)
|
Η |
ὔφρανας ἐν δάκρυσι τὰ σὰ
τεκνία μακάριε, καὶ στεῤῥᾷ ἐν ἀσκήσει σου· αὐτῶν γὰρ ἐβάστασας τὸν σταυρὸν
προθύμως. Τούτους ὁδηγήσας ἐν Γολγοθᾷ μαρτυρικῷ, τῷ Κυρηναίῳ ἐφάνης ὅμοιος. Διό
σου τὴν φιλάνθρωπον ἐπιζητοῦμεν νῦν δέησιν, πάτερ Τύχων πρὸς Κύριον, ἐν σταυρῷ
τὸν ὑψούμενον.
|
Ἄ |
γγελος ἐπίγειος καὶ ἐπουράνιος
ἄνθρωπος, ἐχρημάτισας ὅσιε, πηγὴ κατανύξεως, προφητείας ῥεῖθρον, πέλαγος
θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, κατοικητήριον τὸ τοῦ Πνεύματος. Διὸ καὶ νῦν ἐνστάλαξον
σοὶ ἐκβοῶμεν προσπίπτοντες, πάτερ Τύχων τὴν χάριν σου, τοῖς διψῶσι τὴν λύτρωσιν.
Δόξα.
Ἦχος ὁ αὐτός.
|
Δ |
εῦτε Τύχωνα τὸν ὅσιον ὑμνήσωμεν,
τὸν τὴν Ἁγίαν
Τριάδα ἀκαταπαύστως δοξολογοῦντα. Δεῦτε προσκυνήσωμεν τὸν τῆς σαρκὸς τὰ πάθη σταυρώσαντα
καὶ ἀκολουθήσωμεν τῷ κόσμον καταλιπόντι, εἰς τὸν Παράδεισον τὸν ἡδὺν ἵνα εἰσέλθῃ·
καὶ αὐτὸν ἱκετεύσωμεν πρεσβεύειν ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
|
Ἐ |
κ παντοίων κινδύνων τοὺς
δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν
ἡμῶν.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ
γ΄ καὶ ἡ Ϛ΄ ᾠδή.
Ἀπόστολος· Ζήτει τῇ Ε΄ Δεκεμβρίου.
Προκείμενον. Ἦχος βαρύς.
Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις
αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(ε΄ 22 - στ΄ 2)
|
Ἀ |
δελφοί, ὁ
καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη,
πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ
τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι,
Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις
φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ
πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ
καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον
τοῦ Χριστοῦ.
Ἀλληλούϊα (γ΄). Ἦχος πλ. β΄.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ
θελήσει σφόδρα.
Στίχος.
Ἡ δικαιοσύνη
αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Εὐαγγέλιον· Κατὰ Ματθαῖον (κεφ. ια΄ 27 - 30). Ζήτει τῇ Ε΄ Δεκεμβρίου.
|
Ε |
ἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...
Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον ἔσται
δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
|
Χ |
αίροις ὁ ἀλείπτης τῶν μοναστῶν, πιστῶν
παραστάτης, ἐν ἀγῶσι πνευματικοῖς, χαίροις ὁ ἀσκήσας, ἐν Ὄρει τῷ Ἁγίῳ, καὶ τῆς Ῥωσίας πάσης, μέγιστον καύχημα.
ΤΕΛΟΣ ΚΑΙ Τῼ
ΘΕῼ ΔΟΞΑ
Σχόλια
Δημοσίευση σχολίου